Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.247 Dem. 18.249 (English) >>Dem. 18.251

18.248 μὲν τοίνυν ἐγὼ παρεσχόμην εἰς τὸ δικαίως τοιαῦτα γράφειν τοῦτον περὶ ἐμοῦ, πρὸς πολλοῖς ἑτέροις ταῦτα καὶ παραπλήσια τούτοις ἐστίν· δʼ οἱ πάντες ὑμεῖς, ταῦτʼ ἤδη λέξω. μετὰ γὰρ τὴν μάχην εὐθὺς δῆμος, εἰδὼς καὶ ἑορακὼς πάνθʼ ὅσʼ ἔπραττον ἐγώ, ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ φοβεροῖς ἐμβεβηκώς, ἡνίκʼ οὐδʼ ἀγνωμονῆσαί τι θαυμαστὸν ἦν τοὺς πολλοὺς πρὸς ἐμέ, πρῶτον μὲν περὶ σωτηρίας τῆς πόλεως τὰς ἐμὰς γνώμας ἐχειροτόνει, καὶ πάνθʼ ὅσα τῆς φυλακῆς εἵνεκʼ ἐπράττετο, διάταξις τῶν φυλάκων, αἱ τάφροι, τὰ εἰς τὰ τείχη χρήματα, διὰ τῶν ἐμῶν ψηφισμάτων ἐγίγνετο· ἔπειθʼ αἱρούμενος σιτώνην ἐκ πάντων ἔμʼ ἐχειροτόνησεν δῆμος. 18.249καὶ μετὰ ταῦτα συστάντων οἷς ἦν ἐπιμελὲς κακῶς ἐμὲ ποιεῖν, καὶ γραφάς, εὐθύνας, εἰσαγγελίας, πάντα ταῦτʼ ἐπαγόντων μοι, οὐ διʼ ἑαυτῶν τό γε πρῶτον, ἀλλὰ διʼ ὧν μάλισθʼ ὑπελάμβανον ἀγνοήσεσθαι (ἴστε γὰρ δήπου καὶ μέμνησθʼ ὅτι τοὺς πρώτους χρόνους κατὰ τὴν ἡμέραν ἑκάστην ἐκρινόμην ἐγώ, καὶ οὔτʼ ἀπόνοια Σωσικλέους οὔτε συκοφαντία Φιλοκράτους οὔτε Διώνδου καὶ Μελάντου μανία οὔτʼ ἄλλʼ οὐδὲν ἀπείρατον ἦν τούτοις κατʼ ἐμοῦ), ἐν τοίνυν τούτοις πᾶσι μάλιστα μὲν διὰ τοὺς θεούς, δεύτερον δὲ διʼ ὑμᾶς καὶ τοὺς ἄλλους Ἀθηναίους ἐσῳζόμην. δικαίως· τοῦτο γὰρ καὶ ἀληθές ἐστι καὶ ὑπὲρ τῶν ὀμωμοκότων καὶ γνόντων τὰ εὔορκα δικαστῶν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.247 Dem. 18.249 (English) >>Dem. 18.251

Powered by PhiloLogic